Ancient Greek
Section 94
Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην 94
Not analysed yet
καὶ πρὸ τούτων γʼ ἐπέταξεν ἐκθεῖναι πρόσθε τῶν ἐπωνύμων καὶ τῷ γραμματεῖ παραδοῦναι, τοῦτον δʼ ἐν ταῖς ἐκκλησίαις ἀναγιγνώσκειν, ἵνʼ ἕκαστος ὑμῶν ἀκούσας πολλάκις καὶ κατὰ σχολὴν σκεψάμενος, ἃν ᾖ καὶ δίκαια καὶ συμφέροντα, ταῦτα νομοθετῇ. τούτων τοίνυν τοσούτων ὄντων τὸ πλῆθος, οὑτοσὶ μὲν οὐδʼ ὁτιοῦν ἐποίησε · οὐδὲ γὰρ ἂν ὑμεῖς ποτʼ ἐπείσθητε, ὡς ἐγὼ νομίζω, θέσθαι τὸν νόμον· ἡμεῖς δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, πάντα, καὶ παρεισφέρομεν πολλῷ καὶ κρείττω καὶ δικαιότερον τοῦ τούτου νόμον.