Ancient Greek
Section 95
Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην 95
Not analysed yet
γνώσεσθε δʼ ἀκούοντες. λαβὲ καὶ λέγε πρῶτον μὲν ἃ τοῦ τούτου νόμου γεγράμμεθα, εἶθʼ ἅ φαμεν δεῖν ἀντὶ τούτων τεθῆναι. λέγε. ΝΟΜΟΣ. ταῦτα μέν ἐσθʼ ἃ τοῦ τούτου νόμου διώκομεν ὡς οὐκ ἐπιτήδεια. τὰ δʼ ἑξῆς λέγε, ἃ τούτων εἶναι βελτίω φαμέν. προσέχετʼ, ἄνδρες δικασταί, τούτοις ἀναγιγνωσκομένοις τὸν νοῦν. λέγε. ΝΟΜΟΣ.