Ancient Greek · ~1 min
Section 18
Demosthenes, περὶ τῆς εἰρήνης 18
Not analysed yet
εἰ γὰρ Ἀργεῖοι μὲν καὶ Μεσσήνιοι καὶ Μεγαλοπολῖται καί τινες τῶν λοιπῶν Πελοποννησίων, ὅσοι ταὐτὰ τούτοις φρονοῦσι, διὰ τὴν πρὸς Λακεδαιμονίους ἡμῖν ἐπικηρυκείαν ἐχθρῶς σχήσουσι καὶ τὸ δοκεῖν ἐκδέχεσθαί τι τῶν ἐκείνοις πεπραγμένων, Θηβαῖοι δʼ ἔχουσι μέν, ὡς λέγουσιν, ἀπεχθῶς, ἔτι δʼ ἐχθροτέρως σχήσουσιν, ὅτι τοὺς παρʼ ἐκείνων φεύγοντας σῴζομεν καὶ πάντα τρόπον τὴν δυσμένειαν ἐνδεικνύμεθʼ αὐτοῖς,