Ancient Greek · ~1 min
Section 19
Demosthenes, περὶ τῆς εἰρήνης 19
Not analysed yet
Θετταλοὶ δʼ, ὅτι τοὺς Φωκέων φυγάδας σῴζομεν, Φίλιππος δʼ, ὅτι κωλύομεν αὐτὸν κοινωνεῖν τῆς ἀμφικτυονίας, φοβοῦμαι μὴ πάντες περὶ τῶν ἰδίων ἕκαστος ὀργιζόμενος κοινὸν ἐφʼ ἡμᾶς ἀγάγωσι τὸν πόλεμον, τὰ τῶν Ἀμφικτυόνων δόγματα προστησάμενοι, εἶτʼ ἐπισπασθῶσιν ἕκαστοι πέρα τοῦ συμφέροντος ἑαυτοῖς ,ὥσπερ καὶ περὶ Φωκέας.