Ancient Greek · ~1 min
Section 20
Demosthenes, περὶ τῆς εἰρήνης 20
Not analysed yet
ἴστε γὰρ δήπου τοῦθʼ ὅτι νῦν Θηβαῖοι καὶ Φίλιππος καὶ Θετταλοί, οὐχὶ ταὔθʼ ἕκαστοι μάλιστʼ ἐσπουδακότες, ταὐτὰ πάντες ἔπραξαν· οἷον Θηβαῖοι τὸν μὲν Φίλιππον παρελθεῖν καὶ λαβεῖν τὰς παρόδους οὐκ ἐδύναντο κωλῦσαι, οὐδέ γε τῶν αὑτοῖς πεπονημένων ὕστατον ἐλθόντα τὴν δόξαν ἔχειν·