Ancient Greek
Section 30
Demosthenes, ὑπὲρ τῆς Ῥοδίων ἐλευθερίας 30
Not analysed yet
ἐπειδὴ τοίνυν ὑμῖν ἐγνωκέναι τὰ δίκαια ὑπάρχει, ὅπως καὶ πρᾶξαι ταῦτʼ ἐφʼ ὑμῖν ἔσται δεῖ σκοπεῖν. ἔστι δὲ ταῦτʼ, ἐὰν ὑποληφθῆτε κοινοὶ προστάται τῆς πάντων ἐλευθερίας εἶναι. εἰκότως δέ μοι δοκεῖ χαλεπώτατον ὑμῖν εἶναι πρᾶξαι τὰ δέοντα. τοῖς μὲν γὰρ ἄλλοις ἅπασιν ἀνθρώποις εἷς ἀγών ἐστιν ὁ πρὸς τοὺς προδήλους ἐχθρούς, ὧν ἂν κρατήσωσιν, οὐδὲν ἐμποδὼν αὐτοῖς κυρίοις τῶν ἀγαθῶν εἶναι·