Ancient Greek
Section 31
Demosthenes, ὑπὲρ τῆς Ῥοδίων ἐλευθερίας 31
Not analysed yet
ὑμῖν δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, δύο, οὗτός θʼ ὁ καὶ τοῖς ἄλλοις καὶ πρόσεσθʼ ἕτερος τούτου πρότερος καὶ μείζων· δεῖ γὰρ ὑμᾶς βουλευομένους κρατῆσαι τῶν τἀναντία τῇ πόλει παρʼ ὑμῖν πράττειν προῃρημένων. ὅταν οὖν μηδὲν ᾖ διὰ τούτους ἀκονιτεὶ τῶν δεόντων γενέσθαι, πολλῶν διαμαρτάνειν ὑμᾶς εἰκότως συμβαίνει.