Ancient Greek · ~2 min
Περὶ τῶν Λυκούργου παιδῶν
Demosthenes, Δημοσθένους ἐπιστολαὶ 10-2
Not analysed yet
καὶ μὴν οὐδὲ χρημάτων ποιεῖν ἕνεκα ταῦτα δοκεῖν τῶν καλῶν ἐστιν. οὔτε γὰρ τῆς μεγαλοψυχίας οὔτε τῆς ἄλλης προαιρέσεως τῆς ὑμετέρας ἀκόλουθον ἂν φανείη. εἰ γὰρ ὑμᾶς λύσασθαι παρʼ ἑτέρων ἔδει δόντας ἐκ τῶν προσιόντων τὰ χρήματα ταῦτα, πάντας ἂν ἡγοῦμαι προθύμους εἶναι· τίμημα δʼ ὁρῶν ὀκνοῦντας ἀφεῖναι, ὃ λόγῳ καὶ φθόνῳ γέγονεν, οὐκ ἔχω τί καταγνῶ, εἰ μὴ ὅλως πικρῶς καὶ ταραχωδῶς ἔχειν πρὸς τοὺς δημοτικοὺς ὡρμήκατε. εἰ δὲ τοῦτʼ ἔστιν, οὔτʼ ὀρθῶς οὔτε συμφερόντως ἐγνώκατε.