Ancient Greek
Περὶ τῶν Λυκούργου παιδῶν
Demosthenes, Δημοσθένους ἐπιστολαὶ 9-3
Not analysed yet
λείπεται τοίνυν ὃ πάντες ἂν εἶναι φαύλων ἀνθρώπων φήσαιεν, ὅσον ἂν χρῆσθε χρόνον, τοσοῦτον ἑκάστου φροντίζειν δοκεῖν, μετὰ ταῦτα δὲ μηδένʼ ἔχειν λόγον. εἰς τί γὰρ τῶν ἄλλων χρὴ προσδοκᾶν τῷ τετελευτηκότι τὴν παρʼ ὑμῶν ἔσεσθαι χάριν, ὅταν εἰς τοὺς παῖδας καὶ τὴν εὐδοξίαν τἀναντίʼ ὁρᾷ τις γιγνόμενα, ὧν μόνων καὶ τελευτῶσι πᾶσιν ὅπως ἕξει καλῶς μέλει;