Ancient Greek · ~3 min
38 to 39
Demosthenes, Δημοσθένους ἐπιστολαὶ 38-39
Not analysed yet
καὶ ἃ τοῖς τολμῶσιν μηδὲν ὑμῶν φροντίζειν μηδὲ λαβοῦσι παρʼ ὑμῶν ἔξεστιν ἔχειν, ταῦτʼ οὐ διδόντες ἐμοί, ἵνα, ἂν οἷός τʼ ὦ, τά τʼ ὀφειλόμενʼ εἰσπράξας καὶ τοὺς φίλους ἐρανίσας τὰ πρὸς ὑμᾶς διοικήσω, καὶ μὴ γῆρας καὶ φυγὴν ἐπίχειρα τῶν ὑπὲρ ὑμῶν πεπονημένων ἔχων, κοινὸν ὄνειδος τῶν ἀδικησάντων, ἐπὶ ξένης περιιὼν ὁρῶμαι. βουλομένου δέ μου ἐν μὲν ὑμετέρας χάριτος καὶ μεγαλοψυχίας τάξει τὴν οἴκαδέ μοι ἄφιξιν γενέσθαι, ἐμαυτῷ δὲ λύσιν τῆς γεγονυίας οὐ δικαίως βλασφημίας πορίσασθαι, καὶ μόνον αἰτοῦντος ἄδειαν ὅσονπερ χρόνον τὴν ἔκτεισιν δεδώκατε, ταῦτα μὲν οὐ συγχωρεῖτε, ἐρωτᾶτε δέ, ὡς ἀπαγγέλλεται πρὸς ἐμέ, "τίς οὖν αὐτὸν κωλύει παρεῖναι καὶ ταῦτα πράττειν;"