Ancient Greek · ~2 min
Περὶ τῶν Λυκούργου παιδῶν
Demosthenes, Δημοσθένους ἐπιστολαὶ 40
Not analysed yet
τὸ ἐπίστασθαι αἰσχύνεσθαι, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τὸ ἀναξίως τῶν ὑπὲρ ὑμῶν πεπολιτευμένων πράττειν, καὶ τὸ τὰ ὄντʼ ἀπολωλεκέναι διὰ τούτους οἷς, ἵνα μὴ διπλᾶ καταθῶνται ἃ οὐκ ἠδύνανθʼ ἁπλᾶ, ἐπείσθην ὑπογράψασθαι πρὸς τὴν ἀρχὴν τὰς καταβολάς· παρʼ ὧν μετὰ μὲν τῆς ὑμετέρας εὐνοίας ἀφικόμενος μέρος, εἰ καὶ μὴ πάντα, ἴσως ἂν κομισαίμην, ὥστε μηδὲν ἀσχημονεῖν τὸ λοιπὸν τοῦ βίου, ἂν δʼ ὡς οἱ ταῦτα λέγοντες ἀξιοῦσί μʼ ἔλθω, ἅμʼ ἀδοξίᾳ καὶ ἀπορίᾳ καὶ φόβῳ συνέξομαι.