Ancient Greek · ~1 min
Section 21
Demosthenes, κατὰ Ἀφόβου ἐπιτροπῆς α΄ 21
Not analysed yet
εἰ δʼ αὖ γενέσθαι μὲν φήσει, τῶν δʼ ἔργων ἀπρασίαν εἶναι, δεῖ δήπου τά γʼ ἔργʼ αὐτὸν ἀποδεδωκότα μοι φαίνεσθαι, καὶ ὧν ἐναντίον ἀπέδωκε παρασχέσθαι μάρτυρας. εἰ δὲ μηδὲν τούτων πεποίηκεν, πῶς οὐκ ἔχει τὴν πρόσοδον δυοῖν ἐτοῖν τὴν ἐκ τοῦ ἐργαστηρίου, τὰς τριάκοντα μνᾶς, φανερῶς οὕτως τῶν ἔργων γεγενημένων.