Ancient Greek · ~2 min
Section 22
Demosthenes, κατὰ Ἀφόβου ἐπιτροπῆς α΄ 22
Not analysed yet
εἰ δʼ αὖ τούτων μὲν μηδὲν ἐρεῖ, Μιλύαν δʼ αὐτὰ φήσει πάντα διῳκηκέναι, πῶς χρὴ πιστεύειν, ὅταν φῇ τὰ μὲν ἀναλώματʼ αὐτὸς ἀνηλωκέναι, πλέον ἢ πεντακοσίας δραχμάς, λῆμμα δʼ εἴ τι γέγονεν, ἐκεῖνον ἔχειν; ἐμοὶ μὲν γὰρ δοκεῖ τοὐναντίον ἂν γενέσθαι τούτων, εἰ καὶ Μιλύας αὐτῶν ἐπεμελεῖτο, τὰ μὲν ἀναλώματʼ ἐκεῖνος ἀναλῶσαι, τὰ δὲ λήμμαθʼ οὗτος λαβεῖν, εἴ τι δεῖ τεκμαίρεσθαι πρὸς τὸν ἄλλον αὐτοῦ τρόπον καὶ τὴν ἀναίδειαν. λάβʼ οὖν τὰς μαρτυρίας ταύτας, καὶ ἀνάγνωθʼ αὐτοῖς. ΜΑΡΤΥΡΙΑΙ.