Ancient Greek · ~2 min
Section 159
Demosthenes, κατὰ Ἀριστοκράτους 159
Not analysed yet
καίτοι μὴ νομίζετε μήτʼ ἂν τοὺς Ἀβυδηνοὺς αὐτὸν ὑποδέχεσθαι μήτʼ ἂν τοὺς ἐν τῇ Σηστῷ, τῆς ἐπιστολῆς ὑμῖν ἐκείνης πεπεμμένης, εἰ μὴ συνῄδεσαν αὐτῷ φενακίζοντι τότε καὶ συνεξηπάτων αὐτοί, βουλόμενοι τοῦ μὲν διαβῆναι τὸ στράτευμʼ ὑμᾶς παρέχειν τὴν ἀσφάλειαν, διαβάντος δέ, ὅπερ συνέβη δόντος Ἀρταβάζου τὴν ἄδειαν, αὑτοῖς ὑπάρξαι τὴν χρείαν. ὅτι τοίνυν οὕτω ταῦτʼ ἔχει, λέγε τὰς ἐπιστολάς, ἥν τʼ ἔπεμψεν ἐκεῖνος καὶ τὰς παρὰ τῶν ἀρχόντων τῶν ἐκ Χερρονήσου· γνώσεσθε γὰρ ἐκ τούτων ὅτι ταῦθʼ οὕτως ἔχει. λέγε. ΕΠΙΣΤΟΛΗ.