Ancient Greek · ~1 min
Section 160
Demosthenes, κατὰ Ἀριστοκράτους 160
Not analysed yet
ἐνθυμεῖσθʼ ὅθεν οἷ διέβη, ἐξ Ἀβύδου εἰς Σηστόν. ἆρʼ οὖν οἴεσθʼ ἂν ὑποδέξασθαι τοὺς Ἀβυδηνοὺς ἢ τοὺς Σηστίους, εἰ μὴ συνεξηπάτων ὅτε τὴν πρὸς ὑμᾶς ἔπεμπεν ἐπιστολήν; λέγʼ αὐτοῖς τὴν ἐπιστολὴν αὐτήν. καὶ θεωρεῖτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τὰς ὑπερβολὰς ὧν αὐτὸς περὶ αὑτοῦ πρὸς ὑμᾶς ἔγραψεν ἐπαίνων, τὰ μὲν ὡς πεποίηκε λέγων, τὰ δʼ ὑπισχνούμενος ποιήσειν. λέγε. ΕΠΙΣΤΟΛΗ.