Ancient Greek · ~2 min
Section 162
Demosthenes, κατὰ Ἀριστοκράτους 162
Not analysed yet
ὁρᾶθʼ ὅτι πανταχόθεν τὸ πρᾶγμα μαρτυρεῖται, ὅτι διαβὰς οὐκ ἐπὶ τὸν Κότυν, ἀλλʼ ἐφʼ ἡμᾶς μετʼ ἐκείνου ἐπορεύετο. ἔτι τοίνυν ταύτην μόνην ἀνάγνωθί μοι τὴν ἐπιστολήν, τὰς δʼ ἄλλας ἔα· δῆλον γάρ που γέγονʼ ὡς πεφενάκικεν ὑμᾶς. λέγε. ΕΠΙΣΤΟΛΗ. ἐπίσχες. ἐνθυμεῖσθʼ ὅτι γράψας μὲν ὡς ἀποδώσει Χερρόνησον, τὰ λοίπʼ ἀφελέσθαι μισθώσας αὑτὸν τοῖς ὑμετέροις ἐχθροῖς ἐπεχείρει, γράψας δʼ ὡς Ἀλεξάνδρου πρεσβευσαμένου πρὸς αὐτὸν οὐ προσεδέξατο, τοῖς λῃσταῖς φαίνεται τοῖς παρʼ ἐκείνου ταὐτὰ πράττων. εὔνους γʼ, οὐ γάρ; ἁπλῶς ὑμῖν, καὶ οὐδὲν ἂν ἐπιστείλας ψεῦδος οὐδʼ ἐξαπατήσας.