Ancient Greek · ~2 min
Section 161
Demosthenes, κατὰ Ἀριστοκράτους 161
Not analysed yet
καλά γʼ, οὐ γάρ; ὦ ἄνδρες Ἀθηναῖοι, τὰ γεγραμμένα καὶ χάριτος πολλῆς ἄξια, εἴ γʼ ἦν ἀληθῆ. νῦν δέ, ὅτε μὲν τῶν σπονδῶν οὐκ ᾤετο τεύξεσθαι, ταῦτʼ ἔγραφʼ ἐξαπατῶν· ἐπειδὴ δʼ ἔτυχεν, λέγʼ οἷʼ ἐποίησεν. ΕΠΙΣΤΟΛΗ. οὐκοῦν τοῦ κομιεῖσθαι τἀπολωλότα χωρίʼ ὑποσχομένου διαβάντος φησὶν ὁ ἄρχων Κριθώτης περὶ τῶν ὑπαρχόντων γεγενῆσθαι μείζους τῶν πρότερον τοὺς κινδύνους. λέγʼ ἐξ ἑτέρας ἐπιστολῆς ἐπιδείξας. ΕΠΙΣΤΟΛΗ. λέγʼ ἐξ ἑτέρας. ΕΠΙΣΤΟΛΗ.