Ancient Greek · ~1 min
Section 45
Demosthenes, κατὰ Ἀριστοκράτους 45
Not analysed yet
ἐάν τίς τινα τῶν ἀνδροφόνων φησὶ τῶν ἐξεληλυθότων, ὧν τὰ χρήματα ἐπίτιμα. τῶν ἐπʼ ἀκουσίῳ φόνῳ λέγει μεθεστηκότων. τῷ τοῦτο δῆλον; τῷ τʼ ἐξεληλυθότων εἰπεῖν, ἀλλὰ μὴ φευγόντων, καὶ τῷ διορίζειν ὧν τὰ χρήματα ἐπίτιμα· τῶν γὰρ ἐκ προνοίας δεδήμευται τὰ ὄντα.