Ancient Greek · ~2 min
Section 46
Demosthenes, κατὰ Ἀριστοκράτους 46
Not analysed yet
περὶ μὲν δὴ τῶν ἀκουσίων ἂν λέγοι. λέγει δὲ τί; ἐὰν πέρα ὅρου φησὶν ἐλαύνῃ ἢ φέρῃ ἢ ἄγῃ. τοῦτο δʼ ἐστὶν τί, τὸ πέρα ὅρου; ἔστι πᾶσιν ὅρος τοῖς ἀνδροφόνοις τῆς τοῦ παθόντος εἴργεσθαι πατρίδος. ἐκ μὲν δὴ ταύτης δίδωσιν ἐλαύνειν καὶ ἄγειν, πέρα δʼ οὐκ ἐᾷ τούτων οὐδέτερον ποιεῖν. ἐὰν δέ τις παρὰ ταῦτα ποιῇ, τὴν αὐτὴν ἔδωκεν ὑπὲρ αὐτοῦ δίκην ἥνπερ ἂν εἰ μένοντʼ ἠδίκει ,γράψας ταὔτʼ ὀφείλειν ἅπερ ἂν οἴκοι δράσῃ.