Ancient Greek · ~2 min
Section 41
Demosthenes, κατὰ Κόνωνος αἰκείας 41
Not analysed yet
ταῦτʼ ἐγὼ καὶ τότʼ ἠθέλησʼ ὀμόσαι, καὶ νῦν ὀμνύω τοὺς θεοὺς καὶ τὰς θεὰς ἅπαντας καὶ πάσας ὑμῶν ἕνεκʼ, ὦ ἄνδρες δικασταί, καὶ τῶν περιεστηκότων, ἦ μὴν παθὼν ὑπὸ Κόνωνος ταῦθʼ ὧν δικάζομαι, καὶ λαβὼν πληγάς, καὶ τὸ χεῖλος διακοπεὶς οὕτως ὥστε καὶ ῥαφῆναι, καὶ ὑβρισθεὶς τὴν δίκην διώκειν. καὶ εἰ μὲν εὐορκῶ, πολλά μοι ἀγαθὰ γένοιτο καὶ μηδέποτʼ αὖθις τοιοῦτο μηδὲν πάθοιμι, εἰ δʼ ἐπιορκῶ, ἐξώλης ἀπολοίμην αὐτὸς καὶ εἴ τί μοι ἔστιν ἢ μέλλει ἔσεσθαι.