Ancient Greek · ~2 min
Section 42
Demosthenes, κατὰ Κόνωνος αἰκείας 42
Not analysed yet
ἀλλʼ οὐκ ἐπιορκῶ, οὐδʼ ἂν Κόνων διαρραγῇ. ἀξιῶ τοίνυν ὑμᾶς, ὦ ἄνδρες δικασταί, πάνθʼ ὅσʼ ἐστὶν δίκαιʼ ἐπιδείξαντος ἐμοῦ καὶ πίστιν προσθέντος ὑμῖν, ὥσπερ ἂν αὐτὸς ἕκαστος παθὼν τὸν πεποιηκότʼ ἐμίσει, οὕτως ὑπὲρ ἐμοῦ πρὸς Κόνωνα τουτονὶ τὴν ὀργὴν ἔχειν, καὶ μὴ νομίζειν ἴδιον τῶν τοιούτων μηδὲν ὃ κἂν ἄλλῳ τυχὸν συμβαίη, ἀλλʼ ἐφʼ ὅτου ποτʼ ἂν συμβῇ, βοηθεῖν καὶ τὰ δίκαιʼ ἀποδιδόναι, καὶ μισεῖν τοὺς πρὸ μὲν τῶν ἁμαρτημάτων θρασεῖς καὶ προπετεῖς, ἐν δὲ τῷ δίκην ὑπέχειν ἀναισχύντους καὶ πονηροὺς καὶ μήτε δόξης μήτʼ ἔθους μήτʼ ἄλλου μηδενὸς φροντίζοντας πρὸς τὸ μὴ δοῦναι δίκην.