Ancient Greek · ~2 min
Section 44
Demosthenes, κατὰ Κόνωνος αἰκείας 44
Not analysed yet
πόλλʼ ἂν εἰπεῖν ἔχοιμʼ, ὦ ἄνδρες δικασταί, καὶ ὡς ἡμεῖς χρήσιμοι, καὶ αὐτοὶ καὶ ὁ πατήρ, ἕως ἔζη, καὶ τριηραρχοῦντες καὶ στρατευόμενοι καὶ τὸ προσταττόμενον ποιοῦντες, καὶ ὡς οὐδὲν οὔθʼ οὗτος οὔτε τῶν τούτου οὐδείς· ἀλλʼ οὔτε τὸ ὕδωρ ἱκανὸν οὔτε νῦν περὶ τούτων ὁ λόγος ἐστίν. εἰ γὰρ δὴ ὁμολογουμένως ἔτι τούτων καὶ ἀχρηστοτέροις καὶ πονηροτέροις ἡμῖν εἶναι συνέβαινεν, οὐ τυπτητέοι, οὐδʼ ὑβριστέοι δήπου ἐσμέν. οὐκ οἶδʼ ὅ τι δεῖ πλείω λέγειν· οἶμαι γὰρ ὑμᾶς οὐδὲν ἀγνοεῖν τῶν εἰρημένων.