Ancient Greek · ~1 min
Section 43
Demosthenes, κατὰ Κόνωνος αἰκείας 43
Not analysed yet
ἀλλὰ δεήσεται Κόνων καὶ κλαήσει. σκοπεῖτε δὴ πότερός ἐστιν ἐλεινότερος, ὁ πεπονθὼς οἷʼ ἐγὼ πέπονθʼ ὑπὸ τούτου, εἰ προσυβρισθεὶς ἄπειμι καὶ δίκης μὴ τυχών, ἢ Κόνων, εἰ δώσει δίκην; πότερον δʼ ὑμῶν ἑκάστῳ συμφέρει ἐξεῖναι τύπτειν καὶ ὑβρίζειν ἢ μή; ἐγὼ μὲν οἴομαι μή. οὐκοῦν, ἂν μὲν ἀφιῆτε, ἔσονται πολλοί, ἐὰν δὲ κολάζητε, ἐλάττους.