Ancient Greek
Section 35
Demosthenes, κατὰ Διονυσοδώρου βλάβης 35
Not analysed yet
καινότατον δʼ ἐστὶ πάντων τὸ γιγνόμενον· τὸ μὲν γὰρ δάνειον τὸ ἀρχαῖον ἀποδιδόασιν ἡμῖν ὡς σεσῳσμένης τῆς νεώς, τοὺς τόκους δʼ ἀποστερῆσαι οἴονται δεῖν ὡς διεφθαρμένης. καίτοι ἡ συγγραφὴ οὐχ ἕτερα μὲν λέγει περὶ τῶν τόκων, ἕτερα δὲ περὶ τοῦ ἀρχαίου δανείσματος;