Ancient Greek
Section 36
Demosthenes, κατὰ Διονυσοδώρου βλάβης 36
Not analysed yet
ἀλλὰ τὰ δίκαια ταὐτὰ περὶ ἀμφοῖν ἐστιν καὶ ἡ πρᾶξις ἡ αὐτή. ἀνάγνωθι δέ μοι πάλιν τὴν συγγραφήν. ΣΥΓΓΡΑΦΗ Ἀθήνηθεν εἰς Αἴγυπτον καὶ ἐξ Αἰγύπτου Ἀθήναζε. ἀκούετε, ὦ ἄνδρες Ἀθηναῖοι· Ἀθήνηθεν, φησίν, εἰς Αἴγυπτον καὶ ἐξ Αἰγύπτου Ἀθήναζε. λέγε τὰ λοιπά. ΣΥΓΓΡΑΦΗ σωθείσης δὲ τῆς νεὼς εἰς Πειραιᾶ