Ancient Greek
Section 17
Demosthenes, κατὰ Εὐέργου καὶ Μνησιβούλου ψευδομαρτυριῶν 17
Not analysed yet
καίτοι ἔδει αὐτόν, εἴπερ ἀληθῆ ἦν ἅ φασιν αὐτὸν προκαλεῖσθαι, κληρουμένων τῶν δικαστηρίων κομίσαντα τὴν ἄνθρωπον, λαβόντα τὸν κήρυκα, κελεύειν ἐμέ, εἰ βουλοίμην, βασανίζειν, καὶ μάρτυρας τοὺς δικαστὰς εἰσιόντας ποιεῖσθαι ὡς ἕτοιμός ἐστιν παραδοῦναι. νυνὶ δὲ λόγῳ ἐξαπατήσας, ψευδεῖς μαρτυρίας παρασχόμενος, οὐδέπω καὶ νῦν τολμᾷ τὴν ἄνθρωπον παραδοῦναι, πολλάκις ἐμοῦ προκαλεσαμένου καὶ ἐξαιτήσαντος, ὡς οἱ μάρτυρες ὑμῖν οἱ παραγενόμενοι μεμαρτυρήκασιν. καί μοι ἀνάγνωθι πάλιν τὰς μαρτυρίας. ΜΑΡΤΥΡΙΑΙ.