Ancient Greek
Section 18
Demosthenes, κατὰ Εὐέργου καὶ Μνησιβούλου ψευδομαρτυριῶν 18
Not analysed yet
βούλομαι δʼ ὑμῖν, ὦ ἄνδρες δικασταί, καὶ τὴν δίκην διηγήσασθαι, ὅθεν ἐγένετό μοι πρὸς Θεόφημον, ἵνα εἰδῆτε ὅτι οὐ μόνον ἐμοῦ ἀδίκως κατεδικάσατο, ἐξαπατήσας τοὺς δικαστάς, ἀλλὰ καὶ τῆς βουλῆς ἅμα τῶν πεντακοσίων τῇ αὐτῇ ψήφῳ, καὶ ἄκυρα μὲν ἐποίησεν τὰ δικαστήρια τὰ ὑμέτερα, ἄκυρα δὲ τὰ ψηφίσματα καὶ τοὺς νόμους, ἀπίστους δὲ τὰς ἀρχὰς κατέστησεν ὑμῖν καὶ τὰ γράμματα τὰ ἐν ταῖς στήλαις. ὃν δὲ τρόπον, ἐγὼ ὑμᾶς περὶ ἑνὸς ἑκάστου διδάξω.