Ancient Greek
Section 140
Demosthenes, κατὰ Μειδίου περὶ τοῦ Κονδύλου 140
Not analysed yet
πάντα δὲ ταῦτʼ, οἶμαι, φοβέρʼ ἐστὶ τῶν ἄλλων ὑμῶν ἑκάστῳ καθʼ ἑαυτὸν ὅπως δύναται ζῶντι. οὗπερ εἵνεκα συλλέγεσθʼ ὑμεῖς, ἵνʼ, ὧν καθʼ ἕνʼ ἐστὶν ἕκαστος ὑμῶν ἐλάττων ἢ φίλοις ἢ τοῖς οὖσιν ἢ τῶν ἄλλων τινί, τούτων συλλεγέντες ἑκάστου κρείττους τε γίγνησθε καὶ παύητε τὴν ὕβριν.