Ancient Greek
Section 141
Demosthenes, κατὰ Μειδίου περὶ τοῦ Κονδύλου 141
Not analysed yet
τάχα τοίνυν καὶ τοιοῦτός τις ἥξει πρὸς ὑμᾶς λόγος, τί δὴ τὰ καὶ τὰ πεπονθὼς ὁ δεῖνʼ οὐκ ἐλάμβανεν δίκην παρʼ ἐμοῦ; ἢ τί δὴ πάλιν ἄλλον ἴσως τινὰ τῶν ἠδικημένων ὀνομάζων. ἐγὼ δὲ διʼ ἃς μὲν προφάσεις ἕκαστος ἀφίσταται τοῦ βοηθεῖν αὑτῷ, πάντας ὑμᾶς εἰδέναι νομίζω· καὶ γὰρ ἀσχολία καὶ ἀπραγμοσύνη καὶ τὸ μὴ δύνασθαι λέγειν καὶ ἀπορία καὶ μυρίʼ ἐστὶν αἴτια·