Ancient Greek · ~1 min
Section 146
Demosthenes, κατὰ Μειδίου περὶ τοῦ Κονδύλου 146
Not analysed yet
ἀλλʼ ὅμως οἱ κατʼ ἐκεῖνον ὑμέτεροι πρόγονοι οὐδενὸς τούτων αὐτῷ συνεχώρησαν ὑβρίζειν αὑτούς, ἀλλὰ ποιήσαντες φυγάδʼ ἐξέβαλον· καὶ Λακεδαιμονίων ὄντων ἰσχυρῶν τότε, καὶ Δεκέλειαν ἑαυτοῖς ἐπιτειχισθῆναι καὶ τὰς ναῦς ἁλῶναι καὶ πάνθʼ ὑπέμειναν, ὁτιοῦν ἄκοντες παθεῖν κάλλιον εἶναι νομίζοντες ἢ ἑκόντες ὑβρίζεσθαι συγχωρῆσαι.