Ancient Greek · ~2 min
Section 147
Demosthenes, κατὰ Μειδίου περὶ τοῦ Κονδύλου 147
Not analysed yet
καίτοι τί τοσοῦτον ἐκεῖνος ὕβρισεν, ἡλίκον οὗτος νῦν ἐξελήλεγκται; Ταυρέαν ἐπάταξε χορηγοῦντʼ ἐπὶ κόρρης. ἔστω ταῦτα, ἀλλὰ χορηγῶν γε χορηγοῦντα τοῦτʼ ἐποίησεν, οὔπω τόνδε τὸν νόμον παραβαίνων· οὐ γὰρ ἔκειτό πω. εἷρξεν Ἀγάθαρχον τὸν γραφέα· καὶ γὰρ ταῦτα λέγουσιν. λαβὼν γέ τι πλημμελοῦνθʼ ὥς φασιν· ὅπερ οὐδʼ ὀνειδίζειν ἄξιον. τοὺς Ἑρμᾶς περιέκοπτεν. ἅπαντα μέν, οἶμαι, τἀσεβήματα τῆς αὐτῆς ὀργῆς δίκαιον ἀξιοῦν· τὸ δʼ ὅλως ἀφανίζειν ἱερὰ ἔσθʼ ὅ τι τοῦ κόπτειν διαφέρει· οὐκοῦν οὗτος ἐξελήλεγκται τοῦτο ποιῶν.