Ancient Greek
Section 163
Demosthenes, κατὰ Μειδίου περὶ τοῦ Κονδύλου 163
Not analysed yet
τὸ μὲν γὰρ πρῶτον, ὡς οὐκ ἐδόκει, προϊούσης τῆς ἐκκλησίας καὶ λόγων γιγνομένων, τῆς τῶν ἱππέων βοηθείας ἤδη δεῖν, ἀλλʼ ἀνεπεπτώκει τὰ τῆς ἐξόδου, οὐκ ἀνέβαινʼ ἐπὶ τὴν ναῦν ἣν ἐπέδωκεν, ἀλλὰ τὸν μέτοικον ἐξέπεμψε τὸν Αἰγύπτιον, Πάμφιλον, αὐτὸς δὲ μένων ἐνθάδε τοῖς Διονυσίοις διεπράττετο ταῦτʼ ἐφʼ οἷς νυνὶ κρίνεται·