Ancient Greek · ~1 min
Section 164
Demosthenes, κατὰ Μειδίου περὶ τοῦ Κονδύλου 164
Not analysed yet
ἐπειδὴ δʼ ὁ στρατηγὸς Φωκίων μετεπέμπετο τοὺς ἐξ Ἀργούρας ἱππέας ἐπὶ τὴν διαδοχὴν καὶ κατείληπτο σοφιζόμενος, τόθʼ ὁ δειλὸς καὶ κατάρατος οὑτοσὶ λιπὼν τὴν τάξιν ταύτην ἐπὶ τὴν ναῦν ᾤχετο, καὶ ὧν ἱππαρχεῖν ἠξίωσε παρʼ ὑμῖν ἱππέων, τούτοις οὐ συνεξῆλθεν. εἰ δʼ ἐν τῇ θαλάττῃ κίνδυνός τις ἦν, εἰς τὴν γῆν δῆλον ὅτι ᾤχετʼ ἄν.