Ancient Greek · ~2 min
Section 165
Demosthenes, κατὰ Μειδίου περὶ τοῦ Κονδύλου 165
Not analysed yet
οὐ μὴν Νικήρατός γʼ οὕτως ὁ τοῦ Νικίου, ὁ ἀγαπητός, ὁ ἄπαις, ὁ παντάπασιν ἀσθενὴς τῷ σώματι· οὐδʼ Εὐκτήμων ὁ τοῦ Αἰσίωνος, οὐχ οὕτως· οὐδʼ Εὐθύδημος ὁ τοῦ Στρατοκλέους· ἀλλʼ αὐτῶν ἕκαστος ἑκὼν ἐπιδοὺς τριήρη οὐκ ἀπέδρα ταύτῃ τὴν στρατείαν, ἀλλὰ τὴν μὲν ἐν χάριτος μέρει καὶ δωρειᾶς παρεῖχον πλέουσαν τῇ πόλει, οὗ δʼ ὁ νόμος προσέταττεν, ἐνταῦθα τοῖς σώμασιν αὐτοὶ λῃτουργεῖν ἠξίουν.