Ancient Greek
Section 187
Demosthenes, κατὰ Μειδίου περὶ τοῦ Κονδύλου 187
Not analysed yet
οὐ δεῖ δὴ προσέχειν, οὐδὲ τὸν παρόντα καιρόν, ὃν οὗτος ἐξεπίτηδες πλάττεται, κυριώτερον οὐδὲ πιστότερον τοῦ παντός, ὃν αὐτοὶ σύνιστε, χρόνου ποιήσασθαι. ἐμοὶ παιδίʼ οὐκ ἔστιν, οὐδʼ ἂν ἔχοιμι ταῦτα παραστησάμενος κλάειν καὶ δακρύειν ἐφʼ οἷς ὑβρίσθην. διὰ τοῦτʼ ἄρα τοῦ πεποιηκότος ὁ πεπονθὼς ἔλαττον ἕξω παρʼ ὑμῖν;