Ancient Greek · ~2 min
Section 188
Demosthenes, κατὰ Μειδίου περὶ τοῦ Κονδύλου 188
Not analysed yet
μὴ δῆτα· ἀλλʼ ὅταν οὗτος ἔχων τὰ παιδία τούτοις ἀξιοῖ δοῦναι τὴν ψῆφον ὑμᾶς, τόθʼ ὑμεῖς τοὺς νόμους ἔχοντά με πλησίον ἡγεῖσθε παρεστάναι ,τούτοις ἀξιοῦντα καὶ ἀντιβολοῦνθʼ ἕκαστον ὑμῶν ψηφίσασθαι. οἷς ὑμεῖς κατὰ πολλὰ δικαιότερον πρόσθοισθʼ ἂν ἢ τούτῳ· καὶ γὰρ ὀμωμόκατʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς νόμοις πείσεσθαι, καὶ τῶν ἴσων μέτεστιν ὑμῖν διὰ τοὺς νόμους, καὶ πάνθʼ ὅσʼ ἔστʼ ἀγάθʼ ὑμῖν διὰ τοὺς νόμους ἐστίν, οὐ διὰ Μειδίαν οὐδὲ διὰ τοὺς Μειδίου παῖδας.