Ancient Greek · ~1 min
Section 193
Demosthenes, κατὰ Μειδίου περὶ τοῦ Κονδύλου 193
Not analysed yet
οἶμαι τοίνυν αὐτὸν οὐδὲ τοῦ δήμου κατηγορεῖν ὀκνήσειν οὐδὲ τῆς ἐκκλησίας, ἀλλʼ ἅπερ τότʼ ἐτόλμα λέγειν ὅτʼ ἦν ἡ προβολή, ταῦτα καὶ νῦν ἐρεῖν, ὡς ὅσοι δέον ἐξιέναι κατέμενον καὶ ὅσοι τὰ φρούριʼ ἦσαν ἔρημα λελοιπότες, ἐξεκλησίασαν, καὶ χορευταὶ καὶ ξένοι καὶ τοιοῦτοί τινες ἦσαν οἳ κατεχειροτόνησαν αὐτοῦ.