Ancient Greek · ~1 min
Section 194
Demosthenes, κατὰ Μειδίου περὶ τοῦ Κονδύλου 194
Not analysed yet
εἰς γὰρ τοῦτο θράσους καὶ ἀναιδείας τότʼ ἀφίκετʼ, ὦ ἄνδρες δικασταί, ὡς ἴσασιν ὅσοι παρῆσαν ὑμῶν, ὥστε κακῶς λέγων καὶ ἀπειλῶν καὶ βλέπων εἰς τὸν ἀεὶ θορυβοῦντα τόπον τῆς ἐκκλησίας καταπλήξειν ᾤετο τὸν δῆμον ἅπαντα. ᾗ καὶ γελοῖʼ εἶναι τὰ νῦν, οἶμαι, δάκρυʼ εἰκότως ἂν αὐτοῦ δοκοίη.