Ancient Greek · ~1 min
Section 224
Demosthenes, κατὰ Μειδίου περὶ τοῦ Κονδύλου 224
Not analysed yet
ἡ δὲ τῶν νόμων ἰσχὺς τίς ἐστιν; ἆρʼ ἐάν τις ὑμῶν ἀδικούμενος ἀνακράγῃ, προσδραμοῦνται καὶ παρέσονται βοηθοῦντες; οὔ· γράμματα γὰρ γεγραμμένʼ ἐστί, καὶ οὐχὶ δύναιντʼ ἂν τοῦτο ποιῆσαι. τίς οὖν ἡ δύναμις αὐτῶν ἐστιν; ὑμεῖς ἐὰν βεβαιῶτʼ αὐτοὺς καὶ παρέχητε κυρίους ἀεὶ τῷ δεομένῳ. οὐκοῦν οἱ νόμοι θʼ ὑμῖν εἰσιν ἰσχυροὶ καὶ ὑμεῖς τοῖς νόμοις.