Ancient Greek · ~1 min
Section 225
Demosthenes, κατὰ Μειδίου περὶ τοῦ Κονδύλου 225
Not analysed yet
δεῖ τοίνυν τούτοις βοηθεῖν ὁμοίως ὥσπερ ἂν αὑτῷ τις ἀδικουμένῳ, καὶ τὰ τῶν νόμων ἀδικήματα κοινὰ νομίζειν, ἐφʼ ὅτου περ ἂν λαμβάνηται, καὶ μήτε λῃτουργίας μήτʼ ἔλεον μήτʼ ἄνδρα μηδένα μήτε τέχνην μηδεμίαν εὑρῆσθαι, διʼ ὅτου παραβάς τις τοὺς νόμους οὐ δώσει δίκην.