Ancient Greek
Section 226
Demosthenes, κατὰ Μειδίου περὶ τοῦ Κονδύλου 226
Not analysed yet
ὑμῶν οἱ θεώμενοι τοῖς Διονυσίοις εἰσιόντʼ εἰς τὸ θέατρον τοῦτον ἐσυρίττετε καὶ ἐκλώζετε, καὶ πάνθʼ ἃ μίσους ἐστὶ σημεῖʼ ἐποιεῖτε, οὐδὲν ἀκηκοότες πω περὶ αὐτοῦ παρʼ ἐμοῦ. εἶτα πρὶν μὲν ἐλεγχθῆναι τὸ πρᾶγμα, ὠργίζεσθε, προὐκαλεῖσθʼ ἐπὶ τιμωρίαν τὸν παθόντα, ἐκροτεῖθʼ ὅτε προὐβαλόμην αὐτὸν ἐν τῷ δήμῳ·