Ancient Greek
Section 11
Demosthenes, κατὰ Στεφάνου ψευδομαρτυριῶν α΄ 11
Not analysed yet
ἐγὼ τοίνυν περὶ μὲν τοῦ προκαλεῖσθαί με ἢ μὴ ταῦτα Φορμίωνα, οὐδέν πω λέγω, οὐδʼ ὑπὲρ τοῦ τὰς διαθήκας ἀληθεῖς ἢ ψευδεῖς εἶναι, ἀλλʼ αὐτίχʼ ὑμᾶς περὶ τούτων διδάξω· ἀλλʼ ἃ μεμαρτυρήκασι, μή μʼ ἐθέλειν τὸ γραμματεῖον ἀνοίγειν, ὡδὶ δὴ σκοπεῖτε. τοῦ τις ἂν εἵνεκʼ ἔφευγεν ἀνοίγειν τὸ γραμματεῖον; ἵνʼ ἡ διαθήκη νὴ Δία μὴ φανερὰ γένοιτο τοῖς δικασταῖς.