Ancient Greek · ~1 min
Section 10
Demosthenes, κατὰ Στεφάνου ψευδομαρτυριῶν α΄ 10
Not analysed yet
ἔστι δὴ μεμαρτυρημένον αὐτοῖς προκαλεῖσθαι Φορμίωνʼ ἀνοίγειν τὰς διαθήκας, ἃς παρέχειν πρὸς τὸν διαιτητὴν Τεισίαν Ἀμφίαν τὸν Κηφισοφῶντος κηδεστήν· ἐμὲ δʼ οὐκ ἐθέλειν ἀνοίγειν· εἶναι δʼ ἃς αὐτοὶ μεμαρτυρήκασιν διαθήκας ἀντιγράφους ἐκείνων. εἶθʼ ἡ διαθήκη γέγραπται.