Ancient Greek · ~1 min
Section 15
Demosthenes, κατὰ Στεφάνου ψευδομαρτυριῶν α΄ 15
Not analysed yet
οὐ τοίνυν μόνον ἐξ ὧν ἐμὲ μὴ ʼθέλειν τὸ γραμματεῖον ἀνοίγειν μεμαρτυρήκασι, γνοίη τις ἂν αὐτοὺς ὅτι ψεύδονται, ἀλλὰ καὶ ἐκ τοῦ πρόκλησιν ὁμοῦ διαθήκῃ μαρτυρεῖν. οἶμαι γὰρ ἅπαντας ὑμᾶς εἰδέναι, ὅτι ὅσα μὴ δυνατὸν πρὸς ὑμᾶς ἀγαγεῖν ἐστι τῶν πεπραγμένων, τούτων προκλήσεις ηὑρέθησαν.