Ancient Greek · ~1 min
Section 16
Demosthenes, κατὰ Στεφάνου ψευδομαρτυριῶν α΄ 16
Not analysed yet
οἷον βασανίζειν οὐκ ἔστιν ἐναντίον ὑμῶν· ἀνάγκη τούτου πρόκλησιν εἶναι. οἷον εἴ τι πέπρακται καὶ γέγονεν ἔξω που τῆς χώρας, ἀνάγκη καὶ τούτου πρόκλησιν εἶναι, πλεῖν ἢ βαδίζειν οὗ τὸ πρᾶγμʼ ἐπράχθη· καὶ τῶν ἄλλων τῶν τοιούτων. ὅπου δʼ αὐτὰ τὰ πράγματʼ ἐφʼ αὑτῶν ἔστιν ὑμῖν ἐμφανῆ ποιῆσαι, τί ἦν ἁπλούστερον ἢ ταῦτʼ ἄγειν εἰς μέσον;