Ancient Greek
Section 18
Demosthenes, κατὰ Στεφάνου ψευδομαρτυριῶν α΄ 18
Not analysed yet
νῦν δʼ εἷς μὲν οὐδεὶς ὅλον τὸ πρᾶγμʼ ἀνεδέξατο, οὐδὲ μεμαρτύρηκεν ἁπλῶς, ὡς ἄν τις τἀληθῆ μαρτυρήσειεν, μέρος δʼ ἕκαστος, ὡς δὴ σοφὸς καὶ διὰ τοῦτʼ οὐ δώσων δίκην, ὁ μὲν γραμματεῖον ἔχειν ἐφʼ ᾧ γεγράφθαι διαθήκη Πασίωνος, ὁ δὲ πεμφθεὶς ὑπὸ τούτου παρέχειν τοῦτο, εἰ δʼ ἀληθὲς ἢ ψεῦδος, οὐδὲν εἰδέναι.