Ancient Greek · ~2 min
Section 19
Demosthenes, κατὰ Στεφάνου ψευδομαρτυριῶν α΄ 19
Not analysed yet
οἱδὶ δὲ τῇ προκλήσει χρησάμενοι παραπετάσματι διαθήκας ἐμαρτύρησαν, ὡς ἂν μάλισθʼ οἱ μὲν δικασταὶ ταύτην τὴν διαθήκην ἐπίστευσαν τοῦ πατρὸς εἶναι, ἐγὼ δʼ ἀπεκλείσθην τοῦ λόγου τυχεῖν ὑπὲρ ὧν ἀδικοῦμαι, οὗτοι δὲ φωραθεῖεν τὰ ψευδῆ μεμαρτυρηκότες. καίτοι τό γʼ ἐναντίον ᾤοντο τούτου. ἵνα δʼ εἰδῆτε ταῦθʼ ὅτι ἀληθῆ λέγω, λαβὲ τὴν τοῦ Κηφισοφῶντος μαρτυρίαν. ΜΑΡΤΥΡΙΑ. Κηφισοφῶν Κεφαλίωνος Ἀφιδναῖος μαρτυρεῖ καταλειφθῆναι αὑτῷ ὑπὸ τοῦ πατρὸς γραμματεῖον, ἐφʼ ᾧ ἐπιγεγράφθαι διαθήκη Πασίωνος.