Ancient Greek · ~2 min
Section 24
Demosthenes, κατὰ Στεφάνου ψευδομαρτυριῶν α΄ 24
Not analysed yet
ἔτι τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, ὡς γέγραπταί τις ἂν ἐξετάσας τὴν μαρτυρίαν γνοίη παντελῶς τοῦτο μεμηχανημένους αὐτούς, ὅπως δικαίως καὶ ἀδίκως δόξει ταῦθʼ ὁ πατὴρ οὑμὸς διαθέσθαι. λαβὲ δʼ αὐτὴν τὴν μαρτυρίαν, καὶ λέγʼ ἐπισχὼν οὗ ἄν σε κελεύω, ἵνʼ ἐξ αὐτῆς δεικνύω. ΜΑΡΤΥΡΙΑ. μαρτυροῦσι παρεῖναι πρὸς τῷ διαιτητῇ Τεισίᾳ, ὅτε προὐκαλεῖτο Φορμίων Ἀπολλόδωρον, εἰ μή φησιν ἀντίγραφα εἶναι τῶν διαθηκῶν τῶν Πασίωνος—