Ancient Greek · ~2 min
Section 25
Demosthenes, κατὰ Στεφάνου ψευδομαρτυριῶν α΄ 25
Not analysed yet
ἐπίσχες. ἐνθυμεῖσθʼ ὅτι τῶν διαθηκῶν γέγραπται τῶν Πασίωνος. καίτοι χρῆν τοὺς βουλομένους τἀληθῆ μαρτυρεῖν, εἰ τὰ μάλιστʼ ἐγίγνεθʼ ἡ πρόκλησις, ὡς οὐκ ἐγίγνετο, ἐκείνως μαρτυρεῖν. λέγε τὴν μαρτυρίαν ἀπʼ ἀρχῆς πάλιν. ΜΑΡΤΥΡΙΑ. μαρτυροῦσι παρεῖναι πρὸς τῷ διαιτητῇ Τεισίᾳ— Μαρτυροῦμεν· παρῆμεν γὰρ δή· λέγε. ὅτε προὐκαλεῖτο Φορμίων Ἀπολλόδωρον— Καὶ τοῦτο, εἴπερ προὐκαλεῖτο, ὀρθῶς ἂν ἐμαρτύρουν. εἰ μή φησιν ἀντίγραφα εἶναι τῶν διαθηκῶν τῶν Πασίωνος—