Ancient Greek · ~2 min
Section 26
Demosthenes, κατὰ Στεφάνου ψευδομαρτυριῶν α΄ 26
Not analysed yet
ἔχʼ αὐτοῦ. οὐδʼ ἂν εἷς ἔτι δήπου τοῦτʼ ἐμαρτύρησεν, εἰ μή τις καὶ παρῆν διατιθεμένῳ τῷ πατρὶ τῷ ἐμῷ· ἀλλʼ εὐθὺς ἂν εἶπε τί δʼ ἡμεῖς ἴσμεν εἴ τινές εἰσι διαθῆκαι Πασίωνος; καὶ γράφειν ἂν αὐτὸν ἠξίωσεν, ὥσπερ ἐν ἀρχῇ τῆς προκλήσεως εἰ μή φημʼ ἐγὼ ἀντίγραφα εἶναι τῶν διαθηκῶν, οὕτως ὧν φησι Φορμίων Πασίωνα καταλιπεῖν, οὐ τῶν Πασίωνος. τοῦτο μὲν γὰρ ἦν εἶναι διαθήκας μαρτυρεῖν, ὅπερ ἦν τούτοις βούλημα, ἐκεῖνο δὲ φάσκειν Φορμίωνα· πλεῖστον δὲ δήπου κεχώρισται τό τʼ εἶναι καὶ τὸ τοῦτον φάσκειν.